This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] εἴ τε καὶ ἁλοίη, τιμωρησαμένῳ κάλλιον ἔδοξεν αὐτῷ ταῦτα πάσχειν, ἢ ἀνάνδρως μηδὲν ἀντιδράσαντα ὑπὸ τῆς γραφῆς διαφθαρῆναι. σαφῶς δ᾽ ᾔδει ἁλωσόμενος αὐτήν: οὐ γὰρ ἂν τόνδε τὸν ἀγῶνα ἐνόμισεν ἀσφαλέστερον εἶναι.