Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θαυμασάντων δ᾽ ὑμῶν, πῶς ἀνὴρ καὶ γυνὴ καὶ τίς ὁ λόγος, εἶπε μικρὸν διαλιπών: ‘ἀγνοεῖτε,’ ἔφη, ‘ὅ τι λέγω; ὁ μὲν ἀνήρ ἐστιν Ἡγήσανδρος ἐκεῖνος νυνί,’ ἔφη, ‘πρότερον δ᾽ ἦν καὶ αὐτὸς Λεωδάμαντος γυνή: ἡ δὲ γυνὴ Τίμαρχος οὑτοσί. ὃν δὲ τρόπον κλέπτεται τὸ ἀργύριον, ἐγὼ ἐρῶ.’ μετὰ ταῦτα ἤδη διεξῄει περὶ τοῦ πράγματος καὶ μάλα εἰδότως καὶ σαφῶς. διδάξας δὲ ταῦτα, ‘τί οὖν ἐστιν,’ ἔφη, ‘ὦ ἄνδρες Ἀθηναῖοι, ἃ συμβουλεύω ὑμῖν; ἐὰν μὲν ἡ βουλὴ καταγνοῦσα τουτουὶ1 καὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τὴν δωρεὰν αὐτοῖς, ἐὰν δὲ μὴ κολάσωσι, μὴ δῶτε, ἀλλ᾽ εἰς ἐκείνην αὐτοῖς τὴν ἡμέραν ἀπομνημονεύσατε.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.