Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀγνοήσας δ᾽ ὑμῶν τὸν θόρυβον, ὁ Αὐτόλυκος μάλα σκυθρωπάσας καὶ διαλιπὼν εἶπεν: ‘ἡμεῖς μέντοι, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ Ἀρεοπαγῖται οὔτε κατηγοροῦμεν οὔτε ἀπολογούμεθα, οὐ γὰρ ἡμῖν πάτριόν ἐστιν, ἔχομεν δὲ τοιαύτην τινὰ συγγνώμην Τιμάρχῳ: οὗτος ἴσως,’ ἔφη, ‘ᾠήθη ἐν τῇ ἡσυχίᾳ ταύτῃ μικρὸν ὑμῶν ἑκάστῳ ἀνάλωμα γίγνεσθαι.’ πάλιν ἐπὶ τῇ ἡσυχίᾳ καὶ τῷ μικρῷ ἀναλώματι μείζων ἀπήντα παρ᾽ ὑμῶν μετὰ γέλωτος θόρυβος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.