Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9] ὡς δὲ τόνδε1 τὸν κίνδυνον οὐκ ἀσφαλέστερον τοῦ ἀπὸ τῆς γραφῆς ἡγούμην εἶναι, ἀλλὰ πολλαπλάσιον, εἰ μὴ παρεφρόνουν, διδάξω. ἁλοὺς μὲν γὰρ τὴν γραφὴν τῆς μὲν οὐσίας ᾔδη ἐκστησόμενος, τοῦ δὲ σώματος καὶ τῆς πόλεως2 οὐκ ἀπεστερούμην, περιγενόμενος δὲ καὶ λειφθείς, κἂν ἔρανον παρὰ τῶν φίλων συλλέξας, οὐκ ἂν εἰς τὰ ἔσχατα κακὰ ἦλθον: ἐὰν δὲ νῦν καταληφθεὶς ἀποθάνω, ἀνόσια ὀνείδη τοῖς παισὶν ὑπολείψω, ἢ φυγὼν γέρων καὶ ἄπολις ὢν ἐπὶ ξενίας πτωχεύσω.