previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


βουλευομένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε, ἣν ὑπερβάλωνται ἐκείνην τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν ποιεύμενοι, ἐς τὴν νῆσον ἰέναι. δὲ ἐστὶ ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς Γαργαφίης, ἐπ᾽ ἐστρατοπεδεύοντο τότε, δέκα σταδίους ἀπέχουσα, πρὸ τῆς Πλαταιέων πόλιος. [2] νῆσος δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ: σχιζόμενος ποταμὸς ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον, διέχων ἀπ᾽ ἀλλήλων τὰ ῥέεθρα ὅσον περ τρία στάδια, καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό. οὔνομα δέ οἱ Ὠερόη: [3] θυγατέρα δὲ ταύτην λέγουσι εἶναι Ἀσωποῦ οἱ ἐπιχώριοι. ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύσαντο μεταναστῆναι, ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων: μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς δευτέρη φυλακή, ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται. [4] ἀπικομένων δὲ ἐς τὸν χῶρον τοῦτον, τὸν δὴ Ἀσωπὶς Ὠερόη περισχίζεται ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος, ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα, ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους: ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Reginald Walter Macan)
load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (20 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: